Brand Logo
  • 圣经
  • 资源
  • 计划
  • 联系我们
  • APP下载
  • 圣经
  • 搜索
  • 原文研究
  • 逐节对照
我的
跟随系统浅色深色简体中文香港繁體台灣繁體English
奉献
书卷章

旧约

    新约

    • MatMatthew
    • MakMark
    • LukLuke
    • JhnJohn
    • ActActs
    • RomRomans
    • 1Co1 Corinthians
    • 2Co2 Corinthians
    • GalGalatians
    • EphEphesians
    • PhlPhilippians
    • ColColossians
    • 1Ts1 Thessalonians
    • 2Ts2 Thessalonians
    • 1Ti1 Timothy
    • 2Ti2 Timothy
    • TitTitus
    • MonPhilemon
    • HebHebrews
    • JasJames
    • 1Pe1 Peter
    • 2Pe2 Peter
    • 1Jn1 John
    • 2Jn2 John
    • 3Jn3 John
    • JudJude
    • RevRevelation
    • 1
    • 2
    • 3
    • 4
    • 5
    • 6

    圣经版本

      播放版本对照
      设置
      显示节号
      显示标题
      显示脚注
      逐节分段
      1τὸ δὲ Πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς, ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων,
      2ἐν ὑποκρίσει ψευδολόγων, κεκαυστηριασμένων τὴν ἰδίαν συνείδησιν,
      3κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάλημψιν μετὰ εὐχαριστίας, τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν.
      4ὅτι πᾶν κτίσμα Θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον;
      5ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως.
      6ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς, καλὸς ἔσῃ διάκονος Χριστοῦ Ἰησοῦ, ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως, καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας.
      7τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ. γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν;
      8ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν, καὶ τῆς μελλούσης.
      9πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος.
      10εἰς τοῦτο γὰρ κοπιῶμεν καὶ ἀγωνιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστιν Σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν.
      11παράγγελλε ταῦτα καὶ δίδασκε.
      12μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν, ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνίᾳ.
      13ἕως ἔρχομαι, πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ.
      14μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας, μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου.
      15ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ πᾶσιν.
      16ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ. ἐπίμενε αὐτοῖς, τοῦτο γὰρ ποιῶν, καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου.

      An open-licensed, lexically tagged, morphologically parsed critical Greek New Testament with full apparatus. It enables the global Church to have access to the original texts of the New Testament.

      © 2013-2025 WeDevote Bible
      隐私政策使用条款反馈捐赠
      圣经
      资源
      计划
      奉献