旧约
新约
- MtΚΑΤΑ ΜΑΤΘΑΙΟΝ
- McΚΑΤΑ ΜΑΡΚΟΝ
- LΚΑΤΑ ΛΟΥΚΑΝ
- JΚΑΤΑ ΙΩΑΝΝΗΝ
- ActΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ
- RΠΡΟΣ ΡΩΜΑΙΟΥΣ
- 1KΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ
- 2KΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Βʹ
- GΠΡΟΣ ΓΑΛΑΤΑΣ
- EΠΡΟΣ ΕΦΕΣΙΟΥΣ
- PhΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ
- KolΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ
- 1ThΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Αʹ
- 2ThΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Βʹ
- 1TΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Αʹ
- 2TΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Βʹ
- TtΠΡΟΣ ΤΙΤΟΝ
- PhmΠΡΟΣ ΦΙΛΗΜΟΝΑ
- HΠΡΟΣ ΕΒΡΑΙΟΥΣ
- JcΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ
- 1PΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Αʹ
- 2PΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Βʹ
- 1JΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Αʹ
- 2JΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Βʹ
- 3JΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Γʹ
- JdΕΠΙΣΤΟΛΗ ΙΟΥΔΑ
- ApΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ
圣经版本
设置
显示节号
显示标题
显示脚注
逐节分段
1Περὶ δὲ τῆς λογείας τῆς εἰς τοὺς ἁγίους ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτως καὶ ὑμεῖς ποιήσατε.
2κατὰ μίαν σαββάτου ἕκαστος ὑμῶν παρ’ ἑαυτῷ τιθέτω θησαυρίζων ὅ τι ἐὰν εὐοδῶται, ἵνα μὴ ὅταν ἔλθω τότε λογεῖαι γίνωνται.
3ὅταν δὲ παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε, δι’ ἐπιστολῶν τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἰερουσαλήμ·
4ἐὰν δὲ ἄξιον ᾖ τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται.
5Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὅταν Μακεδονίαν διέλθω· Μακεδονίαν γὰρ διέρχομαι,
6πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ ἢ καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι.
7οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν, ἐλπίζω γὰρ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς ἐὰν ὁ κύριος ἐπιτρέψῃ.
8ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς πεντηκοστῆς·
9θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί.
10Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε, ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς· τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς κἀγώ·
11μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός με· ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν.
12Περὶ δὲ Ἀπολλῶ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτόν, ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ· ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.
15Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς·
16ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι.
17χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φορτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμέτερον ὑστέρημα οὗτοι ἀνεπλήρωσαν·
18ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.
Nestle-Aland, Novum Testamentum Graece, 28th Revised Edition, edited by Barbara and Kurt Aland, Johannes Karavidopoulos, Carlo M. Martini, and Bruce M. Metzger in cooperation with the Institute for New Testament Textual Research, Münster/Westphalia, © 2012 Deutsche Bibelgesellschaft, Stuttgart. Used by permission.