jhn 2:7 UGNT
逐节对照
交叉引用
  • Mark 11:2 - καὶ λέγει αὐτοῖς, ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθὺς εἰσπορευόμενοι εἰς αὐτὴν, εὑρήσετε πῶλον δεδεμένον ἐφ’ ὃν οὐδεὶς ἀνθρώπων οὔπω ἐκάθισεν; λύσατε αὐτὸν καὶ φέρετε.
  • Mark 11:3 - καὶ ἐάν τις ὑμῖν εἴπῃ, τί ποιεῖτε τοῦτο? εἴπατε, ὅτι ὁ Κύριος αὐτοῦ χρείαν ἔχει, καὶ εὐθὺς αὐτὸν ἀποστέλλει πάλιν ὧδε.
  • Mark 11:4 - καὶ ἀπῆλθον, καὶ εὗρον πῶλον δεδεμένον πρὸς τὴν θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν.
  • Mark 11:5 - καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς, τί ποιεῖτε λύοντες τὸν πῶλον?
  • Mark 11:6 - οἱ δὲ εἶπον αὐτοῖς καθὼς εἶπεν ὁ Ἰησοῦς, καὶ ἀφῆκαν αὐτούς.
  • Mark 14:12 - καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν Ἀζύμων, ὅτε τὸ Πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, ποῦ θέλεις ἀπελθόντες, ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ Πάσχα?
  • Mark 14:13 - καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ, καὶ λέγει αὐτοῖς, ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων; ἀκολουθήσατε αὐτῷ.
  • Mark 14:14 - καὶ ὅπου ἐὰν εἰσέλθῃ, εἴπατε τῷ οἰκοδεσπότῃ, ὅτι ὁ διδάσκαλος λέγει, ποῦ ἐστιν τὸ κατάλυμά μου, ὅπου τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου φάγω?
  • Mark 14:15 - καὶ αὐτὸς ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον ἕτοιμον; καὶ ἐκεῖ ἑτοιμάσατε ἡμῖν.
  • Mark 14:16 - καὶ ἐξῆλθον οἱ μαθηταὶ, καὶ ἦλθον εἰς τὴν πόλιν, καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ Πάσχα.
  • Mark 14:17 - καὶ ὀψίας γενομένης, ἔρχεται μετὰ τῶν δώδεκα.
  • John 2:3 - καὶ ὑστερήσαντος οἴνου, λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν, οἶνον οὐκ ἔχουσιν.
  • Acts 8:26 - ἄγγελος δὲ Κυρίου ἐλάλησεν πρὸς Φίλιππον λέγων, ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν, ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἰερουσαλὴμ εἰς Γάζαν; αὕτη ἐστὶν ἔρημος.
  • Acts 8:27 - καὶ ἀναστὰς, ἐπορεύθη; καὶ ἰδοὺ, ἀνὴρ, Αἰθίοψ εὐνοῦχος, δυνάστης Κανδάκης βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς Ἰερουσαλήμ,
  • Acts 8:28 - ἦν τε ὑποστρέφων, καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ, καὶ ἀνεγίνωσκεν τὸν προφήτην Ἠσαΐαν.
  • Acts 8:29 - εἶπεν δὲ τὸ Πνεῦμα τῷ Φιλίππῳ, πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ.
  • Acts 8:30 - προσδραμὼν δὲ, ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος Ἠσαΐαν τὸν προφήτην, καὶ εἶπεν, ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις?
  • Acts 8:31 - ὁ δὲ εἶπεν, πῶς γὰρ ἂν δυναίμην ἐὰν μή τις ὁδηγήσει με? παρεκάλεσέν τε τὸν Φίλιππον, ἀναβάντα καθίσαι σὺν αὐτῷ.
  • Acts 8:32 - ἡ δὲ περιοχὴ τῆς Γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη: ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.
  • Acts 8:33 - ἐν τῇ ταπεινώσει, ἡ κρίσις αὐτοῦ ἤρθη; τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται? ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ.
  • Acts 8:34 - ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπεν, δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο? περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός?
  • Acts 8:35 - ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ, καὶ ἀρξάμενος ἀπὸ τῆς Γραφῆς ταύτης, εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν.
  • Acts 8:36 - ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλθον ἐπί τι ὕδωρ, καί φησιν ὁ εὐνοῦχος, ἰδοὺ, ὕδωρ; τί κωλύει με βαπτισθῆναι?
  • Acts 8:37 - [εἶπεν δὲ αὐτῷ ὁ Φίλιππος ἐὰν πιστεύεις ἐξ ὅλης τῆς καρδίας σου σωθήσει; ἀποκριθεὶς δὲ εἶπεν Πιστεύω εἰς τὸν Χριστὸν τὸν Υἱὸν τοῦ θεοῦ.]
  • Acts 8:38 - καὶ ἐκέλευσεν στῆναι τὸ ἅρμα; καὶ κατέβησαν, ἀμφότεροι εἰς τὸ ὕδωρ, ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν.
  • Acts 8:39 - ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, Πνεῦμα Κυρίου ἥρπασεν τὸν Φίλιππον, καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος; ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων.
  • Acts 8:40 - Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον, καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας, ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάρειαν.
  • John 2:5 - λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις, ὅ τι ἂν λέγῃ ὑμῖν ποιήσατε.
逐节对照交叉引用